1.

[11.123] πάλιν ὁ τὴν δόξαν αἱρετὴν ὑποτιθέμενος συντόνως ἐφίεται τῆς δόξης͵ τὸ δὲ συντόνως ἐφίεσθαι τῆς δόξης ἐστὶ φιλοδοξεῖν· τὸ ἄρα τὴν δόξαν αἱρετὸν καὶ φύσει ἀγαθὸν ὑποτίθεσθαι μεγάλου τινὸς κακοῦ γεννητικόν ἐστι͵ τῆς φιλοδοξίας.