1.

[11.124] καὶ ἐπὶ τῆς ἡδονῆς δὲ ταὐτὸν εὑρήσομεν· τοῖς γὰρ ἐπὶ τὴν τεῦξιν αὐτῆς σπεύδουσιν ἀνάγκη †τινὰ μοχθηρὰ† συνεξακολουθεῖν͵ τὴν φιληδονίαν. ὥστε εἰ τὸ ποιητικὸν τῶν κακῶν κακόν ἐστι͵ δέδεικται δὲ τὰ δοξασθέντα τισὶ τῶν φιλοσόφων ἀγαθὰ πάντων τῶν κακῶν ποιητικά͵ ῥητέον τά τισι δοξασθέντα ἀγαθὰ τῇ δυνάμει τυγχάνειν κακά.