1.

[11.125] Καὶ μὴν οὐδὲ ἔνεστι λέγειν τοῖς ἐξ ἐναντίας͵ ὡς κατὰ μὲν τὴν δίωξιν αὐτῶν καὶ τὴν ἐπ΄ αὐτὰ ὁρμὴν πάρεστί τι τοῖς ὁρμῶσι καὶ διώκουσι κακόν͵ οἷον τῷ μὲν τὸν πλοῦτον μετιόντι ἡ φιλαργυρία͵ τῷ δὲ τὴν δόξαν ἡ φιλοδοξία͵ τῷ δ΄ ἄλλο τι ἀλλοία τις ταραχή͵ κατὰ δὲ τὴν τεῦξιν αὐτῶν ἀπαλλαγὴ γίνεται τῶν ταραχῶν καὶ ἀνάπαυλα τῆς πρότερον ὀχλήσεως·