1.

[11.126] ὁ γὰρ τυχὼν τοῦ πλούτου οὐκέτι συντόνως ἐπιζητεῖ τὸν πλοῦτον͵ καὶ ὁ λαβόμενος τῆς ἡδονῆς λύσει τὸ σύντονον τῆς περὶ αὐτὴν σπουδῆς. καθάπερ οὖν τὰ κρημνοβατοῦντα τῶν ζῴων ὑπὲρ τοῦ πιεῖν δι΄ ἀλγηδόνος ἵεται ἐπὶ τὴν ἡδονὴν καὶ ἅμα τῷ κορεσθῆναι παύεται τῶν πρὶν μόχθων͵ οὕτω καὶ ὁ ἄνθρωπος ἐν μὲν τῷ ἐπείγεσθαι πρὸς τὸ ἀγαθὸν ἐξ ἀνάγκης ὀχλεῖται͵ τυχὼν δὲ οὗ ἐπόθει καὶ τῆς ὀχλήσεως ἀπαλλάττεται.