1.

[11.127] οὐ δὴ δυνατὸν εἶναί φαμεν ταῦτα λέγειν͵ οὐδ΄ οὕτως ἔχειν τὸ πρᾶγμα. κἂν γὰρ τύχωσι τῶν νομιζομένων αὐτοῖς ἀγαθῶν͵ συνέχονται καὶ ἐπιλυποῦνται μᾶλλον͵ ὅτι οὐ μόνοι ταῦτα ἔχουσιν· σὺν τούτῳ γὰρ τἀγαθὰ τίμια καὶ περιμάχητα νομίζουσι͵ σὺν τῷ μόνοι ταῦτα κεκτῆσθαι͵ διὸ καὶ ζῆλος αὐτοῖς ἐμφύεται πρὸς τοὺς πέλας καὶ βασκανία καὶ φθόνος. ὥστε καὶ τὴν δίωξιν τῶν λεγομένων [ὑπάρχειν] ἀγαθῶν οὐκ ἀταλαίπωρον εἶναι͵ καὶ τὴν περίκτησιν πλειόνων κακῶν ὑπάρχειν ἐπισύστασιν.