1.

[11.128] πάλιν τε καὶ περὶ αὐτῶν τῶν κακῶν ὁ αὐτός ἐστι λόγος. προειληφὼς γάρ τις εἶναί τινα φύσει κακά͵ καθάπερ ἀδοξίαν πενίαν πήρωσιν ἀλγηδόνα νόσον͵ κοινῶς ἀφροσύνην͵ οὐ μόνοις ὀχλεῖται τούτοις͵ ἀλλὰ καὶ παμπληθέσιν ἄλλοις τοῖς δι΄ αὐτὰ κακοῖς.