1.

[11.129] καὶ παρόντων μὲν γὰρ αὐτῶν χειμάζεται οὐχ ὑπ΄ αὐτῶν μόνον͵ ἀλλὰ καὶ τῆς περὶ αὐτῶν δόξης͵ καθ΄ ἣν πεπίστευκεν͵ ὅτι κακὸν αὐτῷ πάρεστιν͵ καὶ ὡς ὑπὸ μείζονος κακοῦ πορθεῖται τῆς τοιαύτης προλήψεως. μὴ παρόντων δὲ ὁμοίως οὐκ ἀναπαύεται͵ ἀλλ΄ ἤτοι προφυλαττόμενος τὸ μέλλον ἢ δεδιὼς σύνοικον ἔχει τὴν μέριμναν.