1.

[11.130] λόγου δὲ παραστήσαντος͵ ὅτι οὐδὲν τούτων φύσει ἐστὶν ἀγαθὸν ἢ φύσει κακόν͵ λύσις ἔσται τῆς ταραχῆς καὶ εἰρηναῖος ἡμᾶς ἐκδέξεται βίος.
Ἀλλὰ γὰρ ὅτι μὲν διὰ τὰ δοξαζόμενά τισιν ἀγαθὰ πλῆθος ἐπισυμβαίνει κακῶν καὶ διὰ τὰ κακὰ ἕτερα γίνεται κακά͵ ὡς χάριν αὐτῶν ἀνέφικτον γίνεσθαι τὴν εὐδαιμονίαν͵ ἐκ τῶν εἰρημένων συμφανές·