1.

[11.132] 〈ἢ〉 τοῦτο παριστάς͵ ὅτι τόδε μὲν τὸ διωκόμενον ὑπ΄ αὐτοῦ ἐλαχίστην ἔχει ἀξίαν͵ καὶ οὐκ ἔστιν οἰκεῖον αὐτὸ διώκειν͵ τόδε δὲ μείζονα͵ καὶ ἁρμόζει αὐτὸ μετέρχεσθαι͵ οἷον ἐλάττονα μὲν ἔχει ἀξίαν ὁ πλοῦτος͵ μείζονα δὲ ἡ ἀρετή͵ καὶ οὐκ ἐκεῖνον͵ ἀλλὰ ταύτην διωκτέον͵ ἢ ὅτι τοῦτο μὲν ὀλιγωφελὲς ὂν πολλὰς ἔχει τὰς ὀχλήσεις͵ τοῦτο δὲ πολυωφελὲς καθεστὼς ὀλίγας ἔχει τὰς ὀχλήσεις.