HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,135
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,135.rdf
1.
[11.135] ὥστε νόσον ἀντὶ νόσου ποιεῖν τὸν τοῦ φιλοσόφου λόγον͵ ἐπείπερ τὸν ἐπὶ πλοῦτον ἢ
δόξαν ἢ ὑγείαν ὡς ἀγαθὸν ὁρμῶντα ἀποστρέφων εἰς τὸ μὴ ταῦτα διώκειν ἀλλὰ τὸ καλόν͵ εἰ
τύχοι͵ καὶ τὴν ἀρετήν͵ οὐκ ἐλευθεροῖ τῆς διώξεως͵ ἀλλ΄ ἐφ΄ ἑτέραν μετατίθησι δίωξιν.