1.

[11.135] ὥστε νόσον ἀντὶ νόσου ποιεῖν τὸν τοῦ φιλοσόφου λόγον͵ ἐπείπερ τὸν ἐπὶ πλοῦτον ἢ δόξαν ἢ ὑγείαν ὡς ἀγαθὸν ὁρμῶντα ἀποστρέφων εἰς τὸ μὴ ταῦτα διώκειν ἀλλὰ τὸ καλόν͵ εἰ τύχοι͵ καὶ τὴν ἀρετήν͵ οὐκ ἐλευθεροῖ τῆς διώξεως͵ ἀλλ΄ ἐφ΄ ἑτέραν μετατίθησι δίωξιν.