1.

[11.136] ὡς οὖν ὁ ἰατρὸς ἀναιρῶν μὲν πλευρῖτιν͵ ποιῶν δὲ περιπνευμονίαν͵ ἢ ἀνασκευάζων μὲν φρενῖτιν͵ ἀντεισάγων δὲ λήθαργον͵ οὐκ ἀπαλλάττει τὸν κίνδυνον ἀλλ΄ ἐναλλάττει͵ οὕτω καὶ ὁ φιλόσοφος ἑτέραν ταραχὴν ἀνθ΄ ἑτέρας εἰσηγούμενος οὐ βοηθεῖ τῷ ταραττομένῳ.