1.

[11.137] οὐδὲ γὰρ ἔνεστι λέγειν͵ ὅτι ἡ μὲν ἀντεισαγομένη ταραχὴ μέτριός ἐστιν͵ ἡ δὲ ἀναιρουμένη σφοδροτέρα. οἵαν γὰρ εἶχε δόξαν ὁ ταραττόμενος περὶ τοῦ πρότερον διωκομένου͵ τοιαύτην ἔχει καὶ περὶ τοῦ δευτέρου· ἐδόξαζε δὲ τό γε πρῶτον ὡς ἀγαθόν͵ καὶ διὰ τοῦτο ἐπ΄ αὐτὸ ἔσπευδεν·