HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,138
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,138.rdf
1.
[11.138] τοίνυν καὶ τὸ δεύτερον ἀγαθὸν εἶναι δοξάζων καὶ ἐπ΄ ἴσης ἐπ΄ αὐτὸ σπεύδων τὴν
ἴσην ἕξει ταραχήν͵ τάχα δὲ καὶ σφοδροτέραν͵ ὅσῳ μεταπέπεισται εἰς τὸ μείζονος ἀξίας εἶναι
τὸ νῦν ὑπ΄ αὐτοῦ διωκόμενον. οὐκοῦν εἰ ἕτερον ἀνθ΄ ἑτέρου ὁ φιλόσοφος παρασκευάζοι τὸν
ὀχλούμενον διώκειν͵ οὐκ ἀπολύσει τῆς ὀχλήσεως.