1.

[11.138] τοίνυν καὶ τὸ δεύτερον ἀγαθὸν εἶναι δοξάζων καὶ ἐπ΄ ἴσης ἐπ΄ αὐτὸ σπεύδων τὴν ἴσην ἕξει ταραχήν͵ τάχα δὲ καὶ σφοδροτέραν͵ ὅσῳ μεταπέπεισται εἰς τὸ μείζονος ἀξίας εἶναι τὸ νῦν ὑπ΄ αὐτοῦ διωκόμενον. οὐκοῦν εἰ ἕτερον ἀνθ΄ ἑτέρου ὁ φιλόσοφος παρασκευάζοι τὸν ὀχλούμενον διώκειν͵ οὐκ ἀπολύσει τῆς ὀχλήσεως.