1.

[11.139] εἰ δ΄ ἁπλῶς διδάσκει͵ 〈ὅτι〉 τουτὶ μὲν ὀλιγωφελές ἐστι͵ πλείονας δ΄ ἔχει τὰς ὀχλήσεις͵ 〈τουτὶ δὲ πολυωφελὲς καθεστὼς ὀλίγας ἔχει τὰς ὀχλήσεις〉͵ σύγκρισιν ἔσται ποιῶν αἱρέσεως καὶ φυγῆς πρὸς ἑτέραν αἵρεσιν καὶ φυγήν͵ καὶ οὐκ ἀναίρεσιν τῆς ταραχῆς· ὅπερ ἄτοπον. ὁ γὰρ ὀχλούμενος οὐ βούλεται μαθεῖν͵ τί μᾶλλον ὀχλεῖ καὶ τί ἧττον͵ ἀλλ΄ ἀπαλλαγῆναι τῆς ὀχλήσεως πεπόθηκεν.