HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,141
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,141.rdf
1.
ε´εἰ ὁ περὶ τῆς τῶν ἀγαθῶν καὶ κακῶν φύσεως ἐπέχων
κατὰ πάντα ἐστὶν εὐδαίμων
[11.141] Εὐδαίμων μὲν 〈οὖν〉 ἐστιν ὁ ἀταράχως διεξάγων καί͵ ὡς ἔλεγεν ὁ
Τίμων (
fr.
63
(ed).
)͵ ἐν ἡσυχίᾳ καὶ γαληνότητι καθεστώς·
‘πάντῃ γὰρ ἐπεῖχε γαλήνη’
καὶ (
fr. 64
(ed).
)
‘τὸν δ΄ ὡς οὖν ἐνόησ΄ ἐν νηνεμίῃσι
γαλήνης.’
τῶν δὲ λεγομένων ὑπάρχειν ἀγαθῶν τε καὶ κακῶν τὰ μὲν κατὰ δόξαν
εἰσῆκται͵ τὰ δὲ κατ΄ ἀνάγκην.