1.

ε´εἰ ὁ περὶ τῆς τῶν ἀγαθῶν καὶ κακῶν φύσεως ἐπέχων κατὰ πάντα ἐστὶν εὐδαίμων
[11.141] Εὐδαίμων μὲν 〈οὖν〉 ἐστιν ὁ ἀταράχως διεξάγων καί͵ ὡς ἔλεγεν ὁ Τίμων (
fr. 63 (ed).
)͵ ἐν ἡσυχίᾳ καὶ γαληνότητι καθεστώς·
‘πάντῃ γὰρ ἐπεῖχε γαλήνη’
καὶ (
fr. 64 (ed).
)
‘τὸν δ΄ ὡς οὖν ἐνόησ΄ ἐν νηνεμίῃσι γαλήνης.’
τῶν δὲ λεγομένων ὑπάρχειν ἀγαθῶν τε καὶ κακῶν τὰ μὲν κατὰ δόξαν εἰσῆκται͵ τὰ δὲ κατ΄ ἀνάγκην.