1.

[11.144] διόπερ τοιαύτης οὔσης ἐν τοῖς πράγμασι διαφορᾶς͵ περὶ μὲν τοῦ μόνον ἀταράχως διεξάγειν ἐν τοῖς κατὰ δόξαν ἀγαθοῖς καὶ κακοῖς τὸν περὶ πάντων ἐπέχοντα ἤδη παρεστήσαμεν καὶ πρότερον͵ ὅτε περὶ τοῦ σκεπτικοῦ τέλους (Cfr. PH I 25-30) διελεγόμεθα͵ καὶ ἐπὶ τοῦ παρόντος͵ ὅτε ἐδείκνυμεν (Cfr. §§ 110-140)͵ ὅτι οὐκ ἔστιν εὐδαιμονεῖν φύσει ἀγαθόν τι καὶ κακὸν ὑποστησάμενον.