1.

[11.146] οἷον ὁ λέγων͵ εἰ τύχοι͵ ἀγαθὸν μὲν τὸν πλοῦτον͵ κακὸν δὲ τὴν πενίαν͵ μὴ ἔχων μὲν τὸν πλοῦτον διχῶς ταράττεται͵ καὶ ὅτι οὐκ ἔχει τὸ ἀγαθόν͵ καὶ ὅτι πραγματεύεται τὴν περίκτησιν αὐτοῦ͵ κτησάμενος δ΄ αὐτὸν κατὰ τρεῖς τιμωρεῖται τρόπους͵ καὶ ὅτι πέραν τοῦ μετρίου γέγηθε͵ καὶ ὅτι πραγματεύεται εἰς τὸ παραμένειν αὐτῷ τὸν πλοῦτον͵ καὶ ὅτι ἀγωνιᾷ καὶ δέδιεν αὐτοῦ τὴν ἀποβολήν.