1.

[11.147] ὁ δὲ μήτε ἐν τοῖς φύσει ἀγαθοῖς τάττων τὸν πλοῦτον μήτε ἐν τοῖς φύσει κακοῖς͵ τὴν δὲ ῾῾οὐ μᾶλλον᾽᾽ (Cfr. PH I 187 sqq.) προφερόμενος φωνήν͵ οὔτε ἐπὶ τῇ ἀπουσίᾳ τούτου ταράττεται οὔτε ἐπὶ τῇ παρουσίᾳ γέγηθεν͵ μένει δὲ καθ΄ ἑκάτερον ἀτάραχος. ὥστ΄ ἐν μὲν τοῖς κατὰ δόξαν νομιζομένοις ἀγαθοῖς τε καὶ κακοῖς καὶ ἐν ταῖς τούτων αἱρέσεσι καὶ φυγαῖς τελέως ἐστὶν εὐδαίμων͵