1.

[11.151] πρῶτον μὲν ὅτι οὐκ ἔστιν ἴσον ἄπειρα τῷ πλήθει τἀγαθὰ διώκοντα καὶ περιιστάμενον τὰ κακὰ ὡς ὑπὸ Ἐρινύων ἐλαύνεσθαι τῶν κατὰ τὰς διώξεις καὶ φυγὰς ταραχῶν͵ ἢ τοῦτο μὲν μὴ πάσχειν͵ ἓν δὲ μόνον ἐξ ἁπάντων ἀποτεμνόμενον κακὸν τούτου τὴν ἔκκλισιν καὶ φυλακὴν πραγματεύεσθαι.