HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,154
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,154.rdf
1.
[11.154] τούτων δὲ ὁ μὲν καθ΄ ἑκάστην ἡμέραν συναντῶν εὐπορίστους ἔχων τὰς παρηγορίας͵
τροφὴν καὶ πόμα καὶ σκέπην͵ πρὸς ἐλάχιστον ταράττει· ὁ δὲ ἀκρότατος καὶ εἰς τὰ μάλιστα
ταρακτικώτατος͵ ἀλλά τοί γε πρὸς ἀκαρὲς ἀστραπῆς τρόπον δειματώσας ἢ ἀναιρεῖ ἢ ἀναιρεῖται.