1.

[11.154] τούτων δὲ ὁ μὲν καθ΄ ἑκάστην ἡμέραν συναντῶν εὐπορίστους ἔχων τὰς παρηγορίας͵ τροφὴν καὶ πόμα καὶ σκέπην͵ πρὸς ἐλάχιστον ταράττει· ὁ δὲ ἀκρότατος καὶ εἰς τὰ μάλιστα ταρακτικώτατος͵ ἀλλά τοί γε πρὸς ἀκαρὲς ἀστραπῆς τρόπον δειματώσας ἢ ἀναιρεῖ ἢ ἀναιρεῖται.