1.

[11.155] ὁ δὲ μέσος καὶ παρατείνων οὔτε παρ΄ ὅλον ἐστὶ τὸν βίον οὔτε συνεχὴς τὴν φύσιν͵ ἀλλὰ πολλὰς διαναπαύσεις ἔχων καὶ ῥαστώνας· διηνεκὴς γὰρ ὢν οὐκ ἂν παρέτεινεν. μέτριος οὖν ἐστι καὶ οὐχ οὕτω φοβερὰ ἡ περὶ τὸν σκεπτικὸν συμβαίνουσα ταραχή.