1.

[11.156] οὐ μὴν ἀλλὰ κἂν μεγίστη τις ᾖ͵ οὐχ ἡμᾶς αἰτιᾶσθαι δεῖ τοὺς ἀκουσίως καὶ κατ΄ ἀνάγκην πάσχοντας͵ ἀλλὰ τὴν φύσιν (
(ed).
fr. 920 (ed).

‘ᾗ νόμων οὐδὲν μέλει͵’
καὶ τὸν δοξαστικῶς καὶ κατὰ κρίσιν ἐπισπώμενον ἑαυτῷ τὸ κακόν. ὥσπερ γὰρ τὸν πυρέττοντα οὐκ αἰτιατέον͵ ὅτι πυρέττει (ἀκουσίως γὰρ πυρέττει)͵ τὸν δὲ μὴ ἀπεχόμενον τῶν ἀσυμφόρων αἰτιατέον (ἐπ΄ αὐτῷ γὰρ ἔκειτο τὸ ἀπέχεσθαι τῶν ἀσυμφόρων)͵ οὕτω τὸν μὲν ταραττόμενον ἐπὶ παροῦσι τοῖς ἀλγεινοῖς οὐκ αἰτιατέον·