1.

[11.157] οὐ γὰρ παρ΄ αὐτὸν γίνεται ἡ διὰ τὸν πόνον ταραχή͵ ἀλλ΄ ἐάν τε θέλῃ͵ ἐάν τε καὶ μή͵ γίνεσθαι κατ΄ ἀνάγκην ὀφείλει· τὸν δὲ παρὰ τὰς ἰδίας ὑπολήψεις ἀναπλάττοντα αὑτῷ αἱρετῶν τε καὶ φευκτῶν πραγμάτων πλῆθος αἰτιατέον· ἑαυτῷ γὰρ ἐγείρει κακῶν πλήμμυραν. καὶ τοῦτο πάρεστιν ἰδεῖν ἐπ΄ αὐτῶν τῶν λεγομένων κακῶν.