1.

[11.158] (§§ 158-161 Cfr. PH III 235-237) ὁ μὲν γὰρ μηδὲν προσδοξάζων (Cfr. PH I 25-27 et DL. IX 108) περὶ τοῦ κακὸν εἶναι τὸν πόνον ἔχεται τῷ κατηναγκασμένῳ τοῦ πόνου κινήματι· ὁ δέ γε προσαναπλάσσων͵ ὅτι μόνον ἀνοίκειόν ἐστιν ὁ πόνος͵ ὅτι μόνον κακόν͵ διπλασιάζει τῇ δόξῃ ταύτῃ τὸ κατὰ παρουσίαν αὐτοῦ συμβαῖνον ὄχλημα.