1.

[11.159] ἢ γὰρ οὐ θεωροῦμεν͵ ὡς καὶ ἐπὶ τῶν τεμνομένων πολλάκις αὐτὸς μὲν ὁ πάσχων καὶ τεμνόμενος ἀνδρικῶς ὑπομένει τὴν ἐκ τῆς τομῆς βάσανον͵ μήτε (
Hom. Od. XI 529 sq.
)
‘ὠχρήσας χρόα κάλλιμον μήτε παρειῶν
δάκρυ΄ ὀμορξάμενος͵ ’
διὰ τὸ μόνῳ τῷ κατὰ τὴν τομὴν ὑποπίπτειν κινήματι· ὁ δὲ παρεστὼς αὐτῷ͵ σύναμα τῷ βραχεῖαν ἰδεῖν αἵματος ῥύσιν͵ ὠχριᾷ τρέμει περιιδροῖ ἐκλύεται͵ τὸ τελευταῖον ἄφωνος καταπίπτει͵ οὐ διὰ τὸν πόνον (οὐδὲ γὰρ πάρεστιν αὐτῷ)͵ διὰ δὲ τὴν περὶ τοῦ κακὸν εἶναι τὸν πόνον δόξαν.