1.

[11.164] εἰς ἀπέμφασιν δέ͵ ὅτι ὑπὸ τυράννω ποτὲ γενόμενος καὶ τῶν ἀρρήτων τι ποιεῖν ἀναγκαζόμενος ἢ οὐχ ὑπομενεῖ τὸ προσταττόμενον͵ ἀλλ΄ ἑκούσιον ἑλεῖται θάνατον͵ ἢ φεύγων τὰς βασάνους ποιήσει τὸ κελευόμενον͵ οὕτω τε οὐκέτι ῾῾ἀφυγὴς καὶ ἀναίρετος ἔσται᾽᾽ κατὰ τὸν Τίμωνα (
fr. 72 (ed).
)͵ ἀλλὰ τὸ μὲν ἑλεῖται͵ τοῦ δ΄ ἀποστήσεται͵ ὅπερ ἦν τῶν μετὰ πείσματος κατειληφότων τὸ φευκτόν τι εἶναι καὶ αἱρετόν.