HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,167
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,167.rdf
1.
[11.167] εἴρηται δὲ περὶ τούτων ἀκριβέστερον
ἐν τοῖς περὶ τοῦ σκεπτικοῦ
τέλους σχολασθεῖσι(Cfr.
PH I
25-30)͵ καὶ οὐκ ἀναγκαῖον (
Hom.Od. XII 453 sqq.
)
‘αὖθις ἀριζήλως
εἰρημένα μυθολογεύειν.’
Ὅθεν περὶ ἀγαθῶν καὶ κακῶν ἀποδόντες͵ ἀφ΄ ὧν αἱ ἀπορίαι
ἐπὶ πάντα σχεδὸν τὸν ἠθικὸν διατείνουσι τόπον͵ φέρε τὸ μετὰ τοῦτο σκοπῶμεν͵ εἰ ἔστι τις
περὶ τὸν βίον τέχνη (Cfr.
PH
III 239 sqq.).