1.

[11.167] εἴρηται δὲ περὶ τούτων ἀκριβέστερον ἐν τοῖς περὶ τοῦ σκεπτικοῦ τέλους σχολασθεῖσι(Cfr. PH I 25-30)͵ καὶ οὐκ ἀναγκαῖον (
Hom.Od. XII 453 sqq.
)
‘αὖθις ἀριζήλως εἰρημένα μυθολογεύειν.’
Ὅθεν περὶ ἀγαθῶν καὶ κακῶν ἀποδόντες͵ ἀφ΄ ὧν αἱ ἀπορίαι ἐπὶ πάντα σχεδὸν τὸν ἠθικὸν διατείνουσι τόπον͵ φέρε τὸ μετὰ τοῦτο σκοπῶμεν͵ εἰ ἔστι τις περὶ τὸν βίον τέχνη (Cfr. PH III 239 sqq.).