1.

[11.170] οἱ δὲ Στωικοὶ (Cfr.
SVF fr. III 598 Arn. (ed).
) καὶ ἄντικρύς φασι τὴν φρόνησιν͵ ἐπιστήμην οὖσαν ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων͵ τέχνην ὑπάρχειν περὶ τὸν βίον͵ ἣν οἱ προσλαβόντες μόνοι γίνονται καλοί͵ μόνοι πλούσιοι͵ σοφοὶ μόνοι. ὁ γὰρ πολλοῦ ἄξια κεκτημένος πλούσιός ἐστιν͵ ἡ δὲ ἀρετὴ πολλοῦ ἐστιν ἀξία͵ καὶ μόνος ταύτην ὁ σοφὸς κέκτηται· μόνος ἄρα ὁ σοφός ἐστι πλούσιος. καὶ ὁ ἀξιέραστός ἐστι καλός͵ μόνος δὲ ὁ σοφὸς ἀξιέραστος·