1.

[11.172] ὁτὲ δὲ τοὺς προσέχοντας αὐτοῖς μεταμελομένους ἐφ΄ οἷς μάτην ἐμόχθησαν παρεισάγει διὰ τούτων (
fr. 66 (ed).
)· ‘φῆ δέ τις αἰάζων͵ οἷα βροτοὶ αἰάζουσιν͵
οἴμοι ἐγὼ τί πάθω; τί νυ μοι σοφὸν ἔνθα γένηται;
πτωχὸς μὲν φρένας εἰμί͵ νόου δέ μοι οὐκ ἔνι κόκκος.
ἦ με μάτην φεύξεσθαι ὀίομαι αἰπὺν ὄλεθρον.
τρὶς μάκαρες μέντοι καὶ τετράκις οἱ μὴ ἔχοντες
μηδὲ κατατρώξαντες ἐνὶ σχολῇ ὅσσ΄ ἐπέπαντο.
νῦν δέ με λευγαλέαις ἔρισιν εἵμαρτο δαμῆναι
καὶ πενίῃ καὶ ὅσ΄ ἄλλα βροτοὺς κηφῆνας ἐλαστρεῖ.’