1.

[11.173] (§§ 173-177 Cfr. PH III 239) διότι δὲ ταῦθ΄ οὕτως ἔχει͵ μάθοιμεν ἂν ἐντεῦθεν ἐπιστήσαντες. ἡ γὰρ ἀξιουμένη περὶ τὸν βίον εἶναι τέχνη͵ καὶ καθ΄ ἣν εὐδαιμονεῖν ὑπειλήφασιν͵ οὐ μία τις ἐστίν͵ ἀλλὰ πολλαὶ καὶ διάφωνοι͵ οἷον ἡ μὲν κατὰ τὸν Ἐπίκουρον͵ ἡ δὲ κατὰ τοὺς Στωικούς͵ τὶς δὲ τῶν ἀπὸ τοῦ Περιπάτου. ἤτοι οὖν πάσαις ὁμοίως ἀκολουθητέον ἢ μιᾷ μόνῃ ἢ οὐδεμιᾷ.