1.

[11.175] εἰ δὲ μιᾷ κατακολουθητέον ἐστίν͵ ἤτοι τῇ ὁποιᾳδήποτε οὖν· ὅπερ ἀδύνατον. ἀκολουθεῖ γὰρ ἴσον τὸ πάσαις θέλειν ἕπεσθαι· εἰ γὰρ τῇδε προσεκτέον͵ τί μᾶλλον τῇδε ἢ τῇδε; καὶ ἀναστρόφως. λείπεται ἄρα τῇ προκριθείσῃ λέγειν δεῖν ἕπεσθαι.