1.

[11.176] ἤτοι οὖν τῇ ὑπ΄ ἄλλης προκριθείσῃ κατακολουθήσομεν ἢ τῇ ὑφ΄ ἑαυτῆς. καὶ εἰ μὲν τῇ ὑφ΄ ἑαυτῆς͵ ἄπιστος ἔσται͵ ἢ δεήσει πάσας ἡγεῖσθαι πιστάς· εἰ γὰρ ἥδε͵ καθόσον ὑφ΄ ἑαυτῆς κέκριται͵ ἔστι πιστή͵ καὶ αἱ λοιπαὶ γενήσονται πισταί· ἑκάστη γὰρ αὐτῶν ὑφ΄ ἑαυτῆς κέκριται.