1.

[11.177] εἰ δὲ ὑπ΄ ἄλλης͵ δεήσει πάλιν καὶ οὕτως αὐτὴν ἀπιστεῖσθαι· ὡς γὰρ αὐτή͵ παρόσον διαφωνεῖ ταῖς ἄλλαις͵ ἐδεῖτο κρίσεως͵ οὕτω καὶ ἡ κρίνουσα αὐτήν͵ ᾗ διαφωνεῖ ταῖς λοιπαῖς ἀγωγαῖς͵ δεήσεται τῆς κρινούσης καὶ παρ΄ αὐτὸ τοῦτο οὐκ ἔσται πιστὸν ἐκείνης κριτήριον. εἰ οὖν μήτε πάσαις ἐνδέχεται ταῖς περὶ τὸν βίον τέχναις ἀκολουθεῖν μήτε μιᾷ͵ λείπεται μηδεμιᾷ ἕπεσθαι.