1.

[11.178] καὶ ἄλλως· ὡς προεῖπον (Cfr. § 173)͵ πολλῶν οὐσῶν περὶ τὸν βίον τεχνῶν κατ΄ ἀνάγκην δεῖ τὸν μιᾷ τούτων προσαναπαυσάμενον κακοδαιμονεῖν͵ οὐ μόνον διὰ τὰς προειρημένας αἰτίας (Cfr. §§ 110 sqq.)͵ ἀλλὰ καὶ διὰ τὴν τοῦ λόγου προϊόντος λεχθησομένην. ἕκαστος γὰρ τῶν ἀνθρώπων ἔχεται πάθει τινί· ἢ γὰρ φιλόπλουτός ἐστιν ἢ φιλήδονος ἢ φιλόδοξος (Cfr. § 120)· τοιοῦτος δὲ ὢν ὑπ΄ οὐδεμιᾶς τῶν δογματικῶν ἀγωγῶν δύναται καταστέλλεσθαι͵