1.

[11.180] (§§ 180-183 Cfr. PH III 240-242) πᾶσα οὖν ἡ λεγομένη περὶ τὸν βίον ἐπιστήμη τοῖς δογματικοῖς φιλοσόφοις ἐπιτείχισμά ἐστι τῶν ἀνθρωπίνων κακῶν͵ ἀλλ΄ οὐ βοήθεια.
Κἂν μίαν δὲ δῶμεν εἶναι τέχνην περὶ τὸν βίον͵ καὶ ταύτην σύμφωνον͵ οἷον τὴν Στωικήν͵ οὐδ΄ οὕτως προσησόμεθα διὰ τὸ πολλὰς καὶ ποικίλας αὐτῇ συνεισάγεσθαι κῆρας.