[59] Θαυμάζοντός τινος τὰ ἐν Σαμοθράκῃ ἀναθήματα, ἔφη, "πολλῷ ἂν εἴη πλείω εἰ καὶ οἱ μὴ σωθέντες ἀνετίθεσαν˙" οἱ δὲ τοῦτο Διαγόρου φασὶ τοῦ Μηλίου. εὐμόρφῳ μειρακίῳ ἀπιόντι εἰς συμπόσιον ἔφη, "χείρων ἐπανήξεις˙" τοῦ δ' ἐπανελθόντος καὶ τῇ ἑξῆς εἰπόντος, "καὶ ἀπῆλθον καὶ χείρων οὐκ ἐγενόμην," ἔφη, "Χείρων μὲν οὔ, Εὐρυτίων δέ." δύσκολον ᾔτει˙ τοῦ δ' εἰπόντος, "ἐάν με πείσῃς˙" ἔφη, "εἴ σε ἐδυνάμην πεῖσαι, ἔπεισα ἄν σε ἀπάγξασθαι." ἐπανήρχετο ἐκ Λακεδαίμονος εἰς Ἀθήνας˙ πρὸς οὖν τὸν πυθόμενον, "ποῖ καὶ πόθεν;", "ἐκ τῆς ἀνδρωνίτιδος," εἶπεν, "εἰς τὴν γυναικωνῖτιν." [59] Θαυμάζοντός τινος τὰ ἐν Σαμοθράκῃ ἀναθήματα, ἔφη, "πολλῷ ἂν ἦν πλείω εἰ καὶ οἱ μὴ σωθέντες ἀνετίθεσαν˙" οἱ δὲ τοῦτο Διαγόρου φασὶ τοῦ Μηλίου. εὐμόρφῳ μειρακίῳ ἀπιόντι εἰς συμπόσιον ἔφη, "χείρων ἐπανήξεις˙" τοῦ δ' ἐπανελθόντος καὶ τῇ ἑξῆς εἰπόντος, "καὶ ἀπῆλθον καὶ χείρων οὐκ ἐγενόμην," ἔφη, "Χείρων μὲν οὔ, Εὐρυτίων δέ." δύσκολον ᾔτει˙ τοῦ δ' εἰπόντος, "ἐάν με πείσῃς˙" ἔφη, "εἴ σε ἐδυνάμην πεῖσαι, ἔπεισα ἄν σε ἀπάγξασθαι." ἐπανήρχετο ἐκ Λακεδαίμονος εἰς Ἀθήνας˙ πρὸς οὖν τὸν πυθόμενον, "ποῖ καὶ πόθεν;", "ἐκ τῆς ἀνδρωνίτιδος," εἶπεν, "εἰς τὴν γυναικωνῖτιν." [59] Θαυμάζοντός τινος τὰ ἐν Σαμοθράκῃ ἀναθήματα, ἔφη˙ "Πολλῷ ἂν εἴη πλείω εἰ καὶ οἱ μὴ σωθέντες ἀνετίθεσαν˙" οἱ δὲ τοῦτο Διαγόρου φασὶ τοῦ Μηλίου. Εὐμόρφῳ [41210] μειρακίῳ ἀπιόντι εἰς συμπόσιον ἔφη˙ "Χείρων ἐπανήξεις˙" τοῦ δὲ ἐπανελθόντος καὶ τῇ ἑξῆς εἰπόντος˙ "Καὶ ἀπῆλθον καὶ χείρων οὐκ ἐγενόμην," ἔφη˙ "Χείρων μὲν οὔ, Εὐρυτίων δέ." Δύσκολον ᾔτει˙ τοῦ δ' εἰπόντος, " Ἐάν με πείσῃς˙" ἔφη˙ "Εἴ σε ἐδυνάμην πεῖσαι, ἔπεισα ἄν σε [41215] ἀπάγξασθαι." Ἐπανήρχετο ἐκ Λακεδαίμονος εἰς Ἀθήνας˙ πρὸς οὖν τὸν πυθόμενον, "Ποῖ καὶ πόθεν;", " Ἐκ τῆς ἀνδρωνίτιδος," εἶπεν, "εἰς τὴν γυναικωνῖτιν."