1.

[11.181] εἰ γὰρ ἡ μὲν περὶ τὸν βίον τέχνη φρόνησις οὖσα ἔστιν ἀρετή͵ τὴν δὲ ἀρετὴν μόνος εἶχεν ὁ σοφός͵ οἱ Στωικοὶ μὴ ὄντες σοφοὶ οὐχ ἕξουσι φρόνησιν οὐδὲ τέχνην τινὰ περὶ τὸν βίον͵ μὴ ἔχοντες δὲ ταύτην οὐδὲ ἄλλους διδάξουσιν. εἴπερ τε κατ΄ αὐτοὺς οὐδεμία δύναται συστῆναι τέχνη͵ οὐδ΄ ἡ περὶ τὸν βίον συστήσεται· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον.