1.

[11.184] Εἴπερ τε ἡ περὶ τὸν βίον ἐπιστήμη͵ τουτέστιν ἡ φρόνησις͵ θεωρητικὴ τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων (Cfr. § 170) ἐστίν͵ ἤτοι ἑτέρα καθέστηκε τῶν ἀγαθῶν ὧν λέγεται ἐπιστήμη τυγχάνειν͵ ἢ αὐτή ἐστι τὸ ἀγαθόν͵ καθὸ καὶ ὁριζόμενοί τινες ἐξ αὐτῶν φασιν· ῾῾ἀγαθόν ἐστιν ἀρετὴ ἢ τὸ μετέχον ἀρετῆς᾽᾽. (Cfr. § 22.)