1.

[11.186] εἰ δ΄ αὐτή ἐστιν ἀγαθὸν καὶ ἀξιοῦται τῶν ἀγαθῶν εἶναι ἐπιστήμη͵ ἑαυτῆς ἔσται ἐπιστήμη· ὃ πάλιν ἄτοπον. τὰ γὰρ ὧν ἔστιν ἐπιστήμη͵ ταῦτα προεπινοεῖται τῆς ἐπιστήμης. οἷον ἰατρικὴ λέγεται ἐπιστήμη ὑγιεινῶν καὶ νοσερῶν καὶ οὐθετέρων· ἀλλὰ προϋφέστηκε τῆς ἰατρικῆς καὶ προηγεῖται τὰ ὑγιεινὰ καὶ νοσερά. πάλιν τε· ἡ μουσικὴ ἐμμελῶν ἐστι καὶ ἐκμελῶν͵ ἐνρύθμων τε καὶ ἐκρύθμων ἐπιστήμη· ἀλλ΄ οὐ πρὶν τούτων ἔστιν ἡ μουσική.