1.

[11.187] καὶ αὐτοὶ (Cfr.
SVF fr. II 123 Arn. (ed).
et PH II 94, 247) δὲ τὴν διαλεκτικὴν ἔφασαν ἐπιστήμην ἀληθῶν τε καὶ ψευδῶν καὶ οὐθετέρων· οὐκοῦν προϋφέστηκε τῆς διαλεκτικῆς τἀληθῆ καὶ ψευδῆ καὶ οὐθέτερα. εἰ δὴ ἑαυτῆς ἐστιν ἐπιστήμη ἡ φρόνησις͵ ὀφείλει προϋφεστάναι ἑαυτῆς· οὐδὲν δὲ δύναται ἑαυτοῦ προϋφεστηκέναι· οὐδὲ ταύτῃ τοίνυν ῥητέον εἶναί τινα περὶ τὸν βίον ἐπιστήμην.