1.

[11.188] (§§ 188-189 Cfr. PH III 243) Πᾶσά τε ὑπαρκτὴ τέχνη καὶ ἐπιστήμη ἐκ τῶν ἀποδιδομένων ὑπὸ αὐτῆς τεχνικῶν τε καὶ ἐπιστημονικῶν ἔργων καταλαμβάνεται͵ οἷον ἰατρικὴ μὲν ἐκ τῶν ἰατρικῶς γινομένων͵ κιθαριστικὴ δὲ ἐκ τῶν κιθαριστικῶς͵ καὶ ἤδη ζωγραφία καὶ ἀνδριαντοπλαστικὴ καὶ πᾶσαι αἱ ἐμφερεῖς. ἡ δέ γε περὶ τὸν βίον ἀξιουμένη στρέφεσθαι τέχνη οὐδὲν ἔχει συμβεβηκὸς ἐνέργημα͵ ὡς παραστήσομεν· οὐκ ἄρα ἔστι τις περὶ τὸν βίον τέχνη.