1.

[11.190] (§§ 190-196 Cfr. PH III 245-259) Καὶ μὴν περὶ μὲν παίδων ἀγωγῆς ἐν ταῖς διατριβαῖς ὁ αἱρεσιάρχης Ζήνων (Cfr.
SVF fr. I 250 Arn. (ed).
) τοιαῦτά τινα διέξεισιν· ῾῾διαμηρίζειν δὲ μηδὲν μᾶλλον μηδὲ ἧσσον παιδικὰ ἢ μὴ παιδικά͵ μηδὲ θήλεα ἢ ἄρρενα· οὐ γὰρ ἄλλα παιδικοῖς ἢ μὴ παιδικοῖς͵ οὐδὲ θηλείαις ἢ ἄρρεσιν͵ ἀλλὰ τὰ αὐτὰ πρέπει τε καὶ πρέποντά ἐστιν.᾽᾽ καὶ πάλιν (Cfr.
SVF fr. I 251 Arn. (ed).
) · ῾῾διαμεμήρικας τὸν ἐρώμενον; οὐκ ἔγωγε. πότερον οὐκ ἐπεθύμησας αὐτὸν διαμηρίσαι; καὶ μάλα. ἀλλὰ ἐπεθύμησας παρασχεῖν σοι αὐτόν͵ ἢ ἐφοβήθης κελεῦσαι; μὰ Δί΄. ἀλλ΄ ἐκέλευσας; καὶ μάλα. εἶθ΄ οὐχ ὑπηρέτησέ σοι; οὐ γάρ.᾽᾽