1.

[11.191] περὶ δὲ τῆς εἰς τοὺς γονεῖς τιμῆς παράθοιτο ἄν τις τὰ τῆς μητρομιξίας ὑπ΄ αὐτῶν θρυλούμενα. καί γε ὁ μὲν Ζήνων (Cfr.
SVF fr. I 256 Arn. (ed).
) τὰ περὶ τῆς ἸοκάστηςἸοκάστης καὶ Οἰδίποδος θεὶς ἱστορούμενά φησιν͵ ὅτι οὐκ ἦν δεινὸν τρῖψαι τὴν μητέρα. ῾῾καὶ εἰ μὲν ἀσθενοῦσαν τὸ σῶμα ταῖς χερσὶ τρίψας ὠφέλει͵ οὐδὲν αἰσχρόν· εἰ δ΄ ἑτέρῳ μέρει τρίψας εὔφραινεν ὀδυνωμένην παύσας͵ καὶ παῖδας ἐκ τῆς μητρὸς γενναίους ποιήσας͵ τί ἦν αἰσχρόν;᾽᾽ (Cfr. §§ 190-191)