HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,192
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,192.rdf
1.
[11.192] ὁ δὲ
Χρύσιππος ἐν τῇ πολιτείᾳ κατὰ λέξιν φησὶν οὕτως (Cfr.
SVF
fr. III 745
Arn. (ed).
) ·
῾῾δοκεῖ μοι καὶ ταῦτα οὕτως διεξάγειν͵ καθάπερ καὶ νῦν οὐ κακῶς παρὰ πολλοῖς εἴθισται͵
ὥστε καὶ τὴν μητέρα 〈ἐκ τοῦ υἱοῦ τεκνοποιεῖσθαι καὶ τὸν πατέρα〉 ἐκ τῆς θυγατρὸς καὶ τὸν
ὁμομήτριον ἐκ τῆς ὁμομητρίας.᾽᾽
δεῖγμα δὲ τῆς πρὸς τοὺς κατοιχομένους αὐτῶν
ὁσιότητος γένοιτ΄ ἂν καὶ τὰ περὶ τῆς ἀνθρωποφαγίας παραγγελλόμενα· οὐ γὰρ μόνον ἀξιοῦσι
τοὺς τετελευτηκότας ἐσθίειν͵ ἀλλὰ καὶ τὰς αὑτῶν σάρκας͵ εἴ ποτε τύχοι τι μέρος τοῦ σώματος
ἀποκοπέν.