1.

[11.192] ὁ δὲ Χρύσιππος ἐν τῇ πολιτείᾳ κατὰ λέξιν φησὶν οὕτως (Cfr.
SVF fr. III 745 Arn. (ed).
) · ῾῾δοκεῖ μοι καὶ ταῦτα οὕτως διεξάγειν͵ καθάπερ καὶ νῦν οὐ κακῶς παρὰ πολλοῖς εἴθισται͵ ὥστε καὶ τὴν μητέρα 〈ἐκ τοῦ υἱοῦ τεκνοποιεῖσθαι καὶ τὸν πατέρα〉 ἐκ τῆς θυγατρὸς καὶ τὸν ὁμομήτριον ἐκ τῆς ὁμομητρίας.᾽᾽
δεῖγμα δὲ τῆς πρὸς τοὺς κατοιχομένους αὐτῶν ὁσιότητος γένοιτ΄ ἂν καὶ τὰ περὶ τῆς ἀνθρωποφαγίας παραγγελλόμενα· οὐ γὰρ μόνον ἀξιοῦσι τοὺς τετελευτηκότας ἐσθίειν͵ ἀλλὰ καὶ τὰς αὑτῶν σάρκας͵ εἴ ποτε τύχοι τι μέρος τοῦ σώματος ἀποκοπέν.